«Tὴ γλῶσσα μοῦ ἔδωσαν ἑλληνική· τὸ σπίτι φτωχικὸ στὶς ἀμμουδιὲς τοῦ Ὁμήρου. Μονάχη ἔγνοια ἡ γλῶσσα μου στὶς ἀμμουδιὲς τοῦ Ὁμήρου.» (Ὀδυσσέας Ἐλύτης, «Ἄξιον ἐστί»)

Σελίδες Πατριδογνωσίας - Περικλῆς Γιαννόπουλος - Ἡ Ἑλλὰς τοῦ ΟΧΙ - Ἀντίβαρο - Πολυτονικό

Κυριακή 27 Απριλίου 2008

Νηστεύσαντες καὶ μὴ νηστεύσαντες εὐφράνθητε σήμερον!

Εἴ τις εὐσεβὴς καὶ φιλόθεος, ἀπολαυέτω τῆς καλῆς ταύτης πανηγύρεως· εἴ τις δοῦλος εὐγνώμων, εἰσελθέτω χαίρων εἰς τὴν χαρὰν τοῦ Κυρίου αὐτοῦ· εἴ τις ἔκαμε νηστεύων, ἀπολαβέτω νῦν τὸ δηνάριον· εἴ τις ἀπὸ πρώτης ὥρας εἰργάσατο, δεχέσθω σήμερον τὸ δίκαιον ὄφλημα· εἴ τις μετὰ τὴν τρίτην ἦλθεν, εὐχαριστῶν ἑορτάσῃ· εἴ τις μετὰ τὴν ἕκτην ἔφθασε, μηδὲν ἀμφιβαλλέτω· καὶ γὰρ οὐδὲν ζημιοῦται· εἴ τις ὑστέρησεν εἰς τὴν ἐννάτην, προσελθέτω μηδὲν ἐνδοιάζων· εἴ τις εἰς μόνην ἔφθασε τὴν ἑνδεκάτην, μὴ φοβηθῇ τὴν βραδυτῆτα. Φιλότιμος γὰρ ὢν ὁ Δεσπότης δέχεται τὸν ἔσχατον, καθάπερ καὶ τὸν πρῶτον· ἀναπαύει τὸν τῆς ἑνδεκάτης, ὡς τὸν ἐργασάμενον ἀπὸ τῆς πρώτης· καὶ τὸν ὕστερον ἐλεεῖ, καὶ τὸν πρῶτον θεραπεύει· κἀκείνῳ δίδωσι, καὶ τούτῳ χαρίζεται. Καὶ τὴν πρᾶξιν τιμᾷ, καὶ τὴν πρόθεσιν ἐπαινεῖ. Οὐκοῦν εἰσέλθητε πάντες εἰς τὴν χαρὰν τοῦ Κυρίου ἡμῶν, καὶ πρῶτοι καὶ δεύτεροι τὸν μισθὸν ἀπολάβετε, πλούσιοι καὶ πένητες μετὰ ἀλλήλων χορεύσατε, ἐγκρατεῖς καὶ ῥᾴθυμοι τὴν ἡμέραν τιμήσατε, νηστεύσαντες καὶ μὴ νηστεύσαντες εὐφράνθητε σήμερον. Ἡ τράπεζα γέμει, τρυφήσατε πάντες· ὁ μόσχος πολὺς, μηδεὶς ἐξέλθοι πεινῶν. Πάντες ἀπολαύσατε τοῦ πλούτου τῆς χρηστότητος. Μηδεὶς θρηνείτω πενίαν· ἐφάνη γὰρ ἡ κοινὴ βασιλεία· μηδεὶς ὀδυρέσθω τὰ πταίσματα· συγγνώμη γὰρ ἐκ τοῦ τάφου ἀνέτειλε· μηδεὶς φοβείσθω τὸν θάνατον· ἠλευθέρωσε γὰρ ἡμᾶς ὁ τοῦ Σωτῆρος θάνατος· ἔσβεσεν αὐτὸν ὑπ' αὐτοῦ κατεχόμενος· ἐκόλασε τὸν ᾅδην κατελθὼν εἰς τὸν ᾅδην· ἐπίκρανεν αὐτὸν γευσάμενον τῆς σαρκὸς αὐτοῦ. Καὶ τοῦτο προλαβὼν Ἡσαΐας ἐβόησεν· Ὁ ᾅδης, φησὶν, ἐπικράνθη. Συναντήσας σοι κάτω ἐπικράνθη· καὶ γὰρ καθῃρέθη· ἐπικράνθη· καὶ γὰρ ἐνεπαίχθη. Ἔλαβε σῶμα, καὶ Θεῷ περιέτυχεν· ἔλαβε γῆν, καὶ συνήντησεν οὐρανῷ· ἔλαβεν ὅπερ ἔβλεπε, καὶ πέπτωκεν ὅθεν οὐκ ἔβλεπε. Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; Ἀνέστη Χριστὸς, καὶ σὺ καταβέβλησαι· ἀνέστη Χριστὸς, καὶ πεπτώκασι δαίμονες· ἀνέστη Χριστὸς, καὶ χαίρουσιν ἄγγελοι· ἀνέστη Χριστὸς, καὶ νεκρὸς οὐδεὶς ἐπὶ μνήματος. Χριστὸς γὰρ ἐγερθεὶς ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

(Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου, Λόγος κατηχητικὸς εἰς τὴν ἁγίαν καὶ λαμπροφόρον ἡμέραν τῆς ἐνδόξου καὶ σωτηριώδους Χριστοῦ τοῦ Θεοῦ ἡμῶν Ἀναστάσεως)

ΧΡΙΣΤΟΣ ΑΝΕΣΤΗ!

(Ἡ Ἀνάστασις τοῦ Κυρίου. Μονὴ τῆς Χώρας, Κωνσταντινούπολις.)

...
Ὁ ὑπέροχος αὐτὸς λόγος τοῦ Χρυσοστόμου, καὶ ἐὰν μόνον τὴν φιλολογική του ἀξία λαμβάναμε ὑπ᾿ ὄψιν, θὰ ἔλαμπε σὰν ἀδάμας ἀνάμεσα στὴν παγκόσμιο γραμματεία ὅλων τῶν ἐποχῶν καὶ ὅλων τῶν τόπων. Ἀναγιγνωσκόμενος στὸ τέλος κάθε ἀναστάσιμης λειτουργίας (ὅταν ἡ πλειονότης τῶν παρευρισκομένων ἔχει ἀποχωρήσει γιὰ νὰ προλάβῃ τὴν Βανδῆ στὰ μπουζούκια), εἶναι κάτι πολὺ περισσότερο· ὅ,τι πιὸ λαμπρό, χαρμόσυνο, ἀπροϋπόθετο κάλεσμα καὶ ἄνοιγμα καρδιᾶς ἔχει ἐκφραστεῖ μὲ ἀνθρώπου γλῶσσα.

Βεβαίως, στὴν ἀντιπνευματική, παρακμιακὴ ἐποχή μας, πόσοι γνωρίζουμε κἂν αὐτὰ τὰ λόγια, καὶ πόσοι τὰ ἔχουμε ἀκούσει καὶ νιώσει ἐκεῖ ποὺ πρέπει, μαζὶ μὲ τὸ Χριστὸς ἀνέστη; Ἐγώ, παραδείγματος χάριν, ἁπλῶς καὶ μόνον ἐπειδὴ εἶμαι -θὰ ἔλεγα- μελετηρός, ἔμαθα γιὰ τὸ κείμενο αὐτὸ, τὰ τελευταῖα χρόνια μόλις, ἀπὸ τὰ βιβλία - δηλαδὴ δὲν ἐγνώρισα τίποτε. Ποιοί φωτοσβέστες ἐκ δυσμῶν ἀνατείλαντες ἐστέρησαν αὐτὸν τὸν πλοῦτο ἀπὸ τοὺς Ἕλληνες;

(Ἐὰν ἐνθυμοῦμαι καλῶς, περιελαμβάνετο καὶ στὰ «Πατερικὰ κείμενα», τὰ ὁποῖα ἐδιδάσκοντο σὲ κάποια τάξι τοῦ Γυμνασίου. (Ὅταν πήγαινα σχολεῖο ἐγώ, δηλαδή· διότι σήμερα ὑποθέτω ὅτι θὰ ἔχουν καταργηθεῖ καὶ ἀντικατασταθεῖ ἀπὸ τὰ ὄργια τῆς Ἔρσης Σωτηροπούλου καὶ τῆς Μανίνας Ζουμπουλάκη. Ἂς εἶναι ὅμως· κι αὐτά, κι ἐκεῖνα καλά - ἐκεῖ ποὺ πρέπει· δὲν λέω. Ἀλλὰ ἀφῆστε μας ἐπιτέλους, κύριοι «προοδευτικοί», νὰ ἐορτάσουμε ἔστω τὴν ἡμέρα τῆς Λαμπρῆς! Ἀφῆστε πιὰ τὴν μιζέρια σας κι ἐλᾶτε νὰ ἐορτάσουμε ὅλοι μαζί!))

Σάββατο 26 Απριλίου 2008

Αἱ γενεαὶ πᾶσαι...


Ἀκολουθία τοῦ Ἐπιταφίου Θρήνου. Χορωδία «Ἰωάννης ὁ Δαμασκηνός», τῆς ἐκκλησίας τῶν Τριῶν Ἰεραρχῶν, στὴν Θεσσαλονίκη.

Δεῖτε ἐπίσης: «Στ᾿ Ὅσιου Λουκᾶ τὸ μοναστήρι», τοῦ Ἄγγελου Σικελιανοῦ.

ΚΑΛΗ ΑΝΑΣΤΑΣΙ!

Σάββατο 19 Απριλίου 2008

Πάξ!

Λοιπόν, γιὰ νὰ τελειώνουμε. Τὰ παπούτσια ποὺ ἄφησε ὁ Πύρρος στὸ ταπὶ ἐκείνη τὴν ἡμέρα τοῦ 2004, τὰ παπαγαλάκια τῆς παρακμῆς καὶ τῆς ἀθλιότητος ὄχι μόνο νὰ τ᾿ ἀγγίζουν, οὔτε νὰ τὰ προσκυνοῦν δὲν εἶναι ἄξιοι. Πάξ.


Ἡ ἀποθέωσις τοῦ μεγάλου Πύρρου. Ἡ ἀπονομὴ τῶν μεταλλίων καὶ τὸ «standing ovation», τιμὴ καὶ ἀποχαιρετισμὸς στὸν λέοντα τῆς Χειμάρρας, Πύρρο Δήμα, στοὺς Ὀλυμπιακοὺς Ἀγῶνες τοῦ 2004 στὴν Ἀθήνα. (Δηλώσεις μετὰ τὴν ἀπονομή.)

Πύρρος Δήμας (ἐπίσημος δικτυακὸς τόπος)
Πύρρος Δήμας, ἡ ζωή του (βίντεο) [α' μέρος] [β' μέρος] [γ' μέρος]

Ἀπὸ τὸ «Ὑγρὸν Πῦρ»: Βγάλτε τὸν σκασμό, ἐπιτέλους!