Βράδυ Δευτέρας 28 Μαΐου 1453. Ἡ νύχτα ποὺ δὲν θὰ ξημέρωνε ποτέ [1]. Ὁ σουλτάνος ὑπόσχεται στὸν στρατὸ του τριήμερη λεηλασία, καὶ πλούτη ἀμύθητα καὶ παρθένες καὶ παιδιά, στὴν γῆ καὶ στὸν οὐρανό. Τὰ στίφη τῶν ἀπίστων ἀλαλάζουν λυσσασμένα. Οἱ λίγοι, ἡρωικοί, ἐξαντλημένοι ὑπερασπιστὲς τῆς Βασιλεύουσας, κρατώντας ἀκόμη μὲ ὑπεράνθρωπη, ἀπελπισμένη θέλησι τὰ ἀρχαῖα τείχη, ἀπέναντι στὴν βία τῶν λυσσασμένων, ἀναρίθμητων ὀρδῶν, τῶν μεγάλων πυροβόλων καὶ τῶν πολιορκητικῶν μηχανῶν, ξέρουν ὅτι ἔρχεται ἡ κρίσιμη ἡμέρα· ἡ στιγμὴ ποὺ ὁ καθένας μόνος του, καὶ ἡ χιλιόχρονη αὐτοκρατορία θὰ βρεθοῦν ἀπέναντι στὴν Μοῖρα. Μὲ δάκρυα ἀπελπισμένης πίστης καὶ ἀποφασιστικότητας ἀποχαιρετοῦν παιδιὰ καὶ συζύγους, μεταλαμβάνουν γιὰ τελευταία φορὰ στὴν Ἁγια-Σοφιά, ἐμψυχώνουν ὁ ἕνας τὸν ἄλλον στὶς πολεμίστρες· οἱ ἱερὲς εἰκόνες περιφέρονται στὰ τείχη, προσευχὲς ἀναπέμπονται στοὺς οὐρανοὺς καὶ δάκρυα πόνου καὶ ἀγωνίας ποτίζουν τὴν γῆ. Ὁ Βασιλέας, πρῶτος στὴν μάχη, ἐμψυχώνει τοὺς στρατιῶτες του· συγκεντρώνει ἄρχοντες καὶ ἁπλοὺς στρατιῶτες καὶ τοὺς λέγει τὰ λόγια αὐτά, ὅπως μᾶς τὰ παραδίδει τὸ Χρονικὸν τοῦ Σφραντζῆ [2]. Λόγια ἀπὸ τὴν καρδιά, γεμάτα πόνο, συγκρατημένον ὅμως μέχρι τέλους, καὶ λόγια ἀπὸ τὸ μυαλὸ μαζί, λόγια πολεμιστοῦ, ψύχραιμου στρατιωτικοῦ ἡγήτορος, πρὸς στρατιῶτες καὶ συμπολεμιστές. Λόγια ἐπίγνωσης, στήριξης ψυχικῆς καὶ λελογισμένου θάρρους. Καὶ μαζὶ κάτι ἄλλο. Λόγια, ποὺ πέρα ἀπὸ τὴν λογοτεχνικὴ φροντίδα τοῦ ἱστοριογράφου τους, πέρα ἀπὸ τὸ γνήσιο αἴσθημα τῶν προσώπων ἐκεῖνες τὶς τραγικὲς στιγμές, παίρνουν και μιὰ ἄλλη, παράξενη χροιά· σὰν νὰ φέρνουν μαζί τους μιὰ μακρυνή, μαγικὴ ἀντήχησι· φθόγγους ἀγέλαστους καὶ ἀκαλλώπιστους καὶ ἀμύριστους [3] πλέον, ἠχώ χρησμῶν ἀπὸ ἀρχαῖες Θερμοπύλες, νότες μυθικῶν ραψωδῶν. Διότι ἐκεῖ, τότε, ἡ Ἱστορία παγώνει· ὁ ρυθμὸς τοῦ Χρόνου ἀλλάζει, οἱ Αἰῶνες συμπυκνώνονται· ἐκεῖ, τότε, λίγες ὧρες μόνον πρὶν ὁ Βασιλέας ἀνεβεῖ γιὰ τελευταία φορὰ στὰ τείχη καὶ ἡ Στιγμὴ ταυτιστεῖ μὲ τὴν Αἰωνιότητα καὶ ὁ Κωνσταντῖνος Δραγάσης Παλαιολόγος, ὁ Βασιλέας, ὁ Στρατιώτης, γίνει ἕνα μὲ τὴν αἰώνια Ψυχὴ τοῦ Γένους, ἐκεῖ ἐπάνω στὴν Πύλη τοῦ Ἁγίου Ρωμανοῦ, ὁ Μαρμαρωμένος Βασιληᾶς.
…Γνωρίζετε καλῶς, λέγει ὁ Βασιλέας, κατὰ τὸν Σφραντζῆ, ἀπευθυνόμενος πρὸς ἄρχοντες, στρατιῶτες καὶ λαό, ὅτι ἔρχεται ἡ κρίσιμη ἡμέρα. Σταθεῖτε ἀνδρείως, τοὺς λέγει. Σᾶς παραδίδω τὴν περίφημη πόλι καὶ πατρίδα μας, καὶ βασιλεύουσα τῶν πόλεων.
Γιὰ τέσσερα πράγματα ἀξίζει ὅλοι μας νὰ πεθάνουμε, γιὰ τὸ καθένα μόνο του ξεχωριστά: «πρῶτον μὲν ὑπὲρ τῆς πίστεως ἡμῶν καὶ εὐσεβείας, δεύτερον δὲ ὑπὲρ τῆς πατρίδος, τρίτον δὲ ὑπὲρ τοῦ βασιλέως ὡς χριστοῦ κυρίου, καὶ τέταρτον ὑπὲρ συγγενῶν καὶ φίλων». Καὶ τώρα κρίνονται καὶ τὰ τέσσερα αὐτὰ μαζί.
Ὁ ἀλιτήριος ὁ ἀμηρᾶς, τοὺς λέγει, ἔχει ὅλα τὰ πολεμικὰ μέσα. Καὶ ἐν τούτοις, ἀντέχουμε τόσον καιρὸ καὶ διορθώνουμε τὶς ζημιὲς τοῦ τείχους. Ἀπέναντι στὰ στίφη τῶν ἀσεβῶν καὶ τὶς πολεμικὲς μηχανές, δύο πράγματα ἔχουμε μόνον· πρῶτον μὲν τὴν πίστη στὴν ἀνίκητη δόξα τοῦ Θεοῦ, δεύτερον δὲ τὰ ἴδια μας τὰ χέρια καὶ τὴν ρωμαλαιότητά μας, τὰ ὁποία μᾶς ἐδώρισε ἡ θεία Δύναμις.
Σὺν Ἀθηνᾷ καὶ χεῖρα κίνει, συμβουλεύει ὁ Βασιλέας! Καὶ δίδει ὁδηγίες πραγματικοῦ στρατιωτικοῦ ἡγήτορος καὶ ἐκεῖνες ἀκόμη τὶς ὧρες, προπάντων ἐκεῖνες τὶς ὧρες, πῶς μὲ τὴν σωστὴ χρῆσι τῶν ἀσπίδων καὶ τῶν δοράτων θὰ ἀντιμετωπίσουν τὰ λυσσασμένα, θρασεῖα στίφη. Καὶ γνωρίζω, λέγει, ὅτι εἶστε ἄξιοι καὶ ἔμπειροι στρατιῶτες!
Καὶ συνεχίζει νὰ ἐμψυχώνει τοὺς στρατιῶτες του. Σὰν ζῶα ἄλογα καὶ χειρότεροι ἀκόμη ὁρμοῦν ἐπάνω μας ἀλαλάζοντας τὰ στίφη τῶν ἀσεβῶν, τοὺς λέγει. Γι᾿ αὐτὸ κι ἐσεῖς ἀντιμετωπίστε τους ὅπως οἱ κυνηγοὶ τοὺς ἄγριους χοίρους, γιὰ νὰ μάθουν οἱ ἀσεβεῖς ὅτι δὲν πολεμοῦν κατὰ ζώων ἀλόγων ὅπως εἶναι αὐτοί, ἀλλὰ κατὰ τῶν κυρίων καὶ ἀφεντῶν τους, ἀπογόνων Ἑλλήνων καὶ Ρωμαίων!
Ἐξιστορεῖ μετὰ ὁ Βασιλέας τὶς ἀδικίες ποὺ διέπραξε ὁ σουλτάνος καὶ τὶς χῶρες ποὺ κατέκτησε. Καὶ τώρα, καὶ αὐτὴν τὴν Βασιλεύουσα, τὴν πόλι τῆς Παναγίας, «καταφύγιον τῶν Χριστιανῶν, ἐλπίδα καὶ χαρὰν πάντων τῶν Ἑλλήνων, τὸ καύχημα πάσι τοῖς οὔσιν ὑπὸ τὴν τοῦ ἡλίου ἀνατολήν», τὴν Πόλι μας, τολμᾶ ὁ ἀσεβής νὰ ἀπειλεῖ. Θυμηθεῖτε τὰ ὅλα αὐτά, ἀδελφοί, τοὺς λέγει, ὥστε ἡ μνήμη καὶ ἡ φήμη καὶ ἡ ἐλευθερία σας νὰ γίνουν αἰώνιες.
Εὐχαριστεῖ στὴν συνέχεια ὁ Βασιλέας τοὺς Ἐνετούς, Λιγουρίτες (Γενουάτες) καὶ λοιποὺς ξένους συμπολεμιστές. Καὶ ἔπειτα ἀπευθύνεται πρὸς ὅλους, προτρέποντάς τους νὰ σταθοῦν στὶς θέσεις τους ὡς ἄξιοι στρατιῶτες.
Μὲ δάκρυα στὰ μάτια ὅλοι ἀπαντοῦν: «ἀποθάνωμεν ὑπὲρ τῆς Χριστοῦ πίστεως καὶ τῆς πατρίδος ἡμῶν». Καὶ ὁ Βασιλέας ἀκούγοντάς τους, μὴν συγκρατώντας οὔτε αὐτὸς πιὰ τὰ δάκρυά του, τοὺς εὐχαριστεῖ. Καὶ οἱ δυστυχεῖς Ρωμαῖοι, γράφει ὁ Σφραντζῆς, ἀκούοντες τὸν Βασιλέα, «καρδίαν ὡς λέοντες ἐποίησαν»· καὶ ἀγκαλιάζονταν δακρυσμένοι, συγχωροῦντες ὁ ἕνας τὸν ἄλλον. Ὁ Βασιλέας, ἀκολουθούμενος ἀπὸ ἄλλους πολλοὺς ἐπῆγε στὴν Ἅγια-Σοφιὰ καὶ μετέλαβε τὰ ἄχραντα μυστήρια. Καὶ μετὰ επέρασε ἀπὸ τὰ Ἀνάκτορα, γιὰ νὰ ἀποχαιρετίσει φίλους καὶ συγγενεῖς· «ἐν τῇδε τῇ ὥρᾳ τὶς διηγήσεται τοὺς τότε κλαυθμοὺς καὶ θρήνους τοὺς ἐν τῷ παλατίῳ; Εἰ καὶ ἀπὸ ξύλου ἄνθρωπος ἢ ἐκ πέτρας ἦν, οὐκ ἐδύνατο μὴ θρηνῆσαι», γράφει ὁ Σφραντζῆς. «Καὶ ἀναβὰς ἐφ᾿ ἵππου ἐξήλθομεν τῶν ἀνακτόρων περιερχόμενοι τὰ τείχη [...]»
Σημειώσεις:
[1] «Μεσημέρι ἀπὸ νύχτα». (Ὀδυσσέας Ἐλύτης, «Θάνατος καὶ Ἀνάστασις τοῦ Κωνσταντίνου Παλαιολόγου»)
[2] Βεβαίως δὲν εἶναι δυνατὸν νὰ γνωρίζουμε ἐὰν καὶ πῶς ἀκριβῶς ἐμίλησεν ὁ Αὐτοκράτωρ· εἰκάζεται ἀπὸ ὁρισμένους μελετητὲς ὅτι ὁ Σφραντζῆς ἀνέπτυξε «κατ᾿ ἔννοιαν» συντομότερο λόγο τοῦ Αὐτοκράτορος, τὸν ὁποῖον λόγον ἀναφέρει στὴν ἔκθεσί του πρὸς τὸν πάπα τῆς Ρώμης ὁ καθολικὸς ἐπίσκοπος Λεονάρδος ὁ Χῖος (παρών, ὅπως καὶ ὁ Σφραντζῆς, στὴν Πόλι κατὰ τὴν Ἄλωσι), ἐπίσης ἀγνώστου ἀκριβείας. Ἀλλὰ ὁ λόγος ἐτοῦτος, καὶ ἐὰν δὲν γνωρίζουμε ἂν καὶ τὶ ἐλέχθη ἐκεῖνες τὶς ὧρες, ἐκφράζει πάντως, θεωρῶ, τὸ ἦθος τῶν στιγμῶν καὶ τῶν πρωταγωνιστῶν, ὅπως οἱ δημηγορίες τοῦ Θουκυδίδου.
[3] Ἡράκλειτος, Diels 92. («Σίβυλλα δὲ μαινομένωι στόματι καθ᾿ Ἡράκλειτον ἀγέλαστα καὶ ἀκαλλώπιστα καὶ ἀμύριστα φθεγγομένη χιλίων ἐτῶν ἐξικνεῖται τῆι φωνῆι διὰ τὸν θεόν.» (Πλούταρχος, «Περὶ τοῦ μὴ χρᾶν νῦν ἔμμετρα τὴν Πυθίαν», 6, 397a))
Τὸ πρωτότυπο κείμενο ἀπὸ τὸ Χρονικὸν τοῦ Σφραντζῆ (Φραντζῆ):
Γεωργίου Σφραντζῆ, Χρονικὸν
[...] Ἦν δὲ τοῦτο τῇ ἐβδόμῃ καὶ εἰκοστῇ τοῦ Μαΐου ἑσπέρᾳ. Ὁ δὲ ἀμηρᾶς προστάξας δὶ᾿ ὅλης ἐκείνης τῆς νυκτὸς καὶ τῆς ἐπιούσης ἡμέρας φῶτα καὶ φανοὺς ποιήσωσι, καὶ νήστεις δὶ᾿ ὅλης της ἡμέρας διατελέσωσι καὶ ἑπτάκις λουσθῶσι, καὶ τοῦ θεοῦ νήστεις καὶ καθαροὶ δεηθῶσιν, ὅπως τὴν πόλιν νικήσωσιν· ὃ καὶ ἐγένετο. Τῇ δὲ δευτέρᾳ ἑσπέρας ἐπὶ τὴν ἡλίου δύσιν μετὰ τὸ ἀριστῆσαι αὐτοὺς ὁ οὖν ἀμηρᾶς σταθεὶς δημηγορῶν ταῦτα ἔφη.
Οἱ ὑποσχέσεις τοῦ Μεχμὲτ B' τοῦ Πορθητοῦ πρὸς τὸν στρατό του, τὴν παραμονὴ τῆς ἁλώσεως τῆς Κωνσταντινουπόλεως
«Ὦ τέκνα φίλτατα, παρὰ τοῦ θεοῦ καὶ τοῦ αὐτοῦ προφήτου Μωάμεθ καὶ ἐμοῦ τοῦ δούλου αὐτοῦ δέομαι καὶ παρακαλῶ ὑμᾶς ἵνα ἐπὶ τὴν αὔριον ἄξιον ἔργον μνήμης αἰωνίου ποιήσητε, ὡς καὶ οἱ πρὸ ἡμῶν πανταχοῦ ἕως τοῦ νῦν, ὡς φανερόν ἐστιν, ἐποίησαν, καὶ μετὰ προθυμίας καὶ γενναιότητος καὶ μεγαλοψυχίας τοὺς τείχους ἄνωθεν μετὰ τῶν κλιμάκων ὡς πτερωτοὶ διέλθητε· καὶ τὴν φήμην ἥν οἱ πρὸ ἡμῶν, ὡς εἴπομεν, ἐκέρδησαν καὶ ὁ θεὸς ἐχαρίσατο, μὴ γένοιτο ἵνα ἡμεῖς ἀπολέσωμεν αὐτήν, ἀλλὰ μάλιστα νῦν ἡ ὥρα ἤγγικεν ἵνα αὐτήν, πολυπλασίως αὐξήσωμεν.» Καὶ ἑτέρους πολλοὺς λόγους στρατιωτικοὺς εἰπὼν αὐτοῖς διέγειρε τούτους εἰς μεγαλοψυχίαν, ἵνα γενναίως πράξωσιν. Εἶτα λέγει «Καὶ ἐὰν καὶ ἐξ ἡμῶν τινὲς ἀποκτανθῶσιν, ὡς ἔθος ἐστὶν ἐν τοῖς πολέμοις, γεγραμμένον ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καλῶς οἴδατε διὰ τοῦ ἡμετέρου καρᾶν τί φησιν ὁ προφήτης, ὅτι ὁ ἀποθανῶν ἐν καιρῷ τοιούτῳ ὁλόσωμος ἐν τῷ παραδείσῳ μετὰ τοῦ Μωάμεθ ἀριστήσει καὶ πιεῖ, καὶ μετὰ παίδων καὶ μετὰ γυναικῶν ὡραίων καὶ παρθένων ἐν τόπῳ χλοερῷ καὶ μεμυρισμένῳ ἄνθεσιν ἀναπαυθῇ, καὶ ἐν λουτροῖς ὡραιοτάτοις λουσθῇ, καὶ ἐν ἐκείνῳ τῷ τόπῳ ἐκ θεοῦ ἔξει ταῦτα. Ἐνταῦθα δὲ πάλιν ἐξ ἐμοῦ πᾶς ὁ ἐμὸς στρατὸς καὶ ἄρχοντες τῆς αὐλῆς μου, ἐὰν νικήσωμεν, ὁ μισθὸς ὅν ἔξουσι παρ᾿ ἐμοῦ, κατὰ τὴν ἀναλογίαν ἑκάστου διπλασίων ἔσται οὗ τὰ νῦν ἔχουσι, ὃς ἀπὸ τοῦ νῦν ἄρξηται ἕως τέλους τῆς ζωῆς αὐτῶν. Καὶ ἡμέραις τρισὶν ἡ πόλις πᾶσα ὑμῶν ἔσεται. Καὶ εἴ τι δ᾿ ἂν σκυλεύσητε καὶ εὕρητε χρυσίου καὶ ἀργυρίου σκεῦος καὶ ἱματισμόν, αἰχμαλώτους τε ἄνδρας καὶ γυναῖκας, μικρούς τε καὶ μεγάλους, οὐδεὶς δυνηθείη αὐτοὺς ὑμῖν αἰτῆσαι ἤ τι ἐνοχλῆσαι εἰς οὐδέν.» Καὶ τελειώσας τοῦ λέγειν ὤμοσεν αὐτοῖς φυλάξαι τὰ ὅσα αὐτοῖς διετάξατο. Οἱ δὲ ἀκούσαντες ἐχάρησαν λίαν, καὶ ἐν μιᾷ φωνῇ πάντες ἀλαλάξαντες ᾖσαν κατὰ τὴν ἐκείνων διάλεκτον «Ἀλλὰ ἀλλά· Μεεμέτη ῥεσοὺλ ἀλλά», τοῦτ᾿ ἐστιν ὁ θεὸς τῶν θεῶν καὶ ὁ Μουχαμέτης ὁ προφήτης αὐτοῦ.
Ἀκούσαντες δὲ ἡμεῖς ἐν τῇ πόλει τῆς τοσαύτης κραυγῆς ὡσεὶ ἦχον μέγαν θαλάσσης, ἐλογιζόμεθα τί ἆρα ἐστί· μετ᾿ ὀλίγον δὲ ἐμάθομεν βεβαίως καὶ ἐν ἀληθείᾳ ὅτι ἐπὶ τὴν αὔριον ὁ ἀμηρᾶς ἡτοίμασε χερσαῖον τὲ καὶ ὑδραῖον πόλεμον σφοδρῶς, ὅσον αὐτῷ ἦν δυνατόν, δῶσαι τῇ πόλει. Ἡμεῖς δὲ θεωροῦντες τοσοῦτον πλῆθος τῶν ἀσεβῶν, λέγω ὡς ἐμοὶ δοκεῖ, ὄντως καθ᾿ ἕκαστον ἡμῶν πεντακόσιοι καὶ πλεῖον ἦσαν ἐξ᾿ αὐτῶν· καὶ εἰς τὴν ἄνω πρόνοιαν πάσας ἡμῶν τὰς ἐλπίδας ἀνεθέμεθα. Καὶ προστάξας ὁ βασιλεὺς ἵνα μετὰ τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων καὶ τῶν θείων ἐκτυπωμάτων ἱερεῖς, ἀρχιερεῖς καὶ μοναχοί, γυναῖκές τε καὶ παιδία, μετὰ δακρύων διὰ τῶν τειχῶν τῆς πόλεως περιερχόμενοι τὸ κύριε ἐλέησον μετὰ δακρύων ἔκραζον, καὶ τὸν θεὸν ἱκέτευον ἵνα μὴ διὰ τὰς ἁμαρτίας ἡμῶν παραδώσῃ ἡμᾶς εἰς χεῖρας ἐχθρῶν ἀνόμων καὶ ἀποστατῶν καὶ πονηροτάτων παρὰ πᾶσαν τὴν γῆν, ἀλλ᾿ ἵλεως γενήσεται ἡμῖν τῇ κληρονομίᾳ αὐτοῦ. Καὶ μετὰ κλαυθμοῦ ἀλλήλους ἀνεθαρρύνοντο ἵνα ἀνδρείως ἀντισταθῶσι τοῖς ἐναντίοις ἐπὶ τῇ ὥρᾳ τῆς συμπλοκῆς. Ὁμοίως δὲ καὶ ὁ βασιλεὺς τῇ αὐτῇ ὀδυνηρᾷ ἑσπέρᾳ τῆς δευτέρας συνάξας πάντας τοὺς ἐν τέλει ἄρχοντας καὶ ἀρχομένους, δημάρχους καὶ ἑκατοντάρχους καὶ ἑτέρους προκρίτους στρατιώτας ταῦτα ἔφη:
Ὁ λόγος τοῦ Αὐτοκράτορος Κωνσταντίνου ΙΑ' Παλαιολόγου πρὸς τοὺς συμπολεμιστές του, τὴν παραμονὴ τῆς ἁλώσεως τῆς Κωνσταντινουπόλεως
«Ὑμεῖς μέν, εὐγενέστατοι ἄρχοντες καὶ ἐκλαμπρότατοι δήμαρχοι καὶ στρατηγοὶ καὶ γενναιότατοι συστρατιώται καὶ πᾶς ὁ πιστὸς καὶ τίμιος λαός, καλῶς οἴδατε ὅτι ἔφθασεν ἡ ὥρα καὶ ὁ ἐχθρός της πίστεως ἡμῶν βούλεται ἵνα μετὰ πάσης τέχνης καὶ μηχανῆς ἰσχυροτέρως στενοχωρήσῃ ἡμᾶς, καὶ πόλεμον σφοδρὸν μετὰ συμπλοκῆς μεγάλης καὶ συρρήξεως ἐκ τῆς χέρσου καὶ θαλάσσης δώσῃ ἡμῖν μετὰ πάσης δυνάμεως, ἵνα, εἰ δυνατόν, ὡς ὄφις τὸν ἰὸν ἐκχύσῃ καὶ ὡς λέων ἀνήμερος καταπίῃ ἡμᾶς. [Βιάζεται] διὰ τοῦτο λέγω καὶ παρακαλῶ ὑμᾶς ἵνα στῆτε ἀνδρείως καὶ μετὰ γενναίας ψυχῆς, ὡς πάντοτε ἕως τοῦ νῦν ἐποιήσατε, κατὰ τῶν ἐχθρῶν τῆς πίστεως ἡμῶν. Παραδίδωμι δὲ ὑμῖν τὴν ἐκλαμπροτάτην καὶ περίφημον ταύτην πόλιν καὶ πατρίδα ἡμῶν καὶ βασιλεύουσαν τῶν πόλεων.
Καλῶς οὖν οἴδατε, ἀδελφοί, ὅτι διὰ τέσσαρά τινα ὀφειλέται κοινῶς ἐσμὲν πάντες ἵνα προτιμήσωμεν ἀποθανεῖν μᾶλλον ἢ ζῆν, πρῶτον μὲν ὑπὲρ τῆς πίστεως ἡμῶν καὶ εὐσεβείας, δεύτερον δὲ ὑπὲρ τῆς πατρίδος, τρίτον δὲ ὑπὲρ τοῦ βασιλέως ὡς χριστοῦ κυρίου, καὶ τέταρτον ὑπὲρ συγγενῶν καὶ φίλων. Λοιπόν, ἀδελφοί, ἐὰν χρεῶσταί ἐσμεν ὑπὲρ ἑνὸς ἐκ τῶν τεσσάρων ἀγωνίζεσθαι ἕως θανάτου, πολλῷ μᾶλλον ὑπὲρ πάντων τούτων ἡμεῖς, ὡς βλέπετε προφανῶς, καὶ ἐκ πάντων μέλλομεν ζημιωθῆναι. Ἐὰν διὰ τὰ ἐμὰ πλημμελήματα παραχωρήσῃ ὁ θεὸς τὴν νίκην τοῖς ἀσεβέσιν, ὑπὲρ τῆς πίστεως ἡμῶν τῆς ἁγίας, ἢν Χριστὸς ἐν τῷ οἰκείῳ αἵματι ἡμῖν ἐδωρήσατο, κινδυνεύομεν· ὅ ἐστι κεφάλαιον πάντων. Καὶ ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ τις καὶ τὴν ψυχὴν ζημιωθῇ, τί τὸ ὄφελος; Δεύτερον πατρίδα περίφημον τοιούτως ὑστερούμεθα καὶ τὴν ἐλευθερίαν ἡμῶν. Τρίτον βασιλείαν τὴν ποτὲ μὲν περιφανῆ, νῦν δὲ τεταπεινωμένην καὶ ὠνειδισμένην καὶ ἐξουθενωμένην ἀπωλέσαμεν, καὶ ὑπὸ τοῦ τυράννου καὶ ἀσεβοῦς ἄρχεται. Τέταρτον δὲ καὶ φιλτάτων τέκνων καὶ συμβίων καὶ συγγενῶν ὑστερούμεθα.
Αὐτὸς δὲ ὁ ἀλιτήριος ὁ ἀμηρᾶς πεντήκοντα καὶ ἑπτὰ ἡμέρας ἄγει σήμερον ἀφ᾿ οὗ ἡμᾶς ἐλθὼν ἀπέκλεισεν καὶ μετὰ πάσης μηχανῆς καὶ ἰσχύος καθ᾿ ἡμέραν τε καὶ νύκτα οὐκ ἐπαύσατο πολιορκῶν ἡμᾶς· καὶ χάριτι τοῦ παντεπόπτου Χριστοῦ κυρίου ἡμῶν ἐκ τῶν τειχῶν μετὰ αἰσχύνης ἄχρι τοῦ νῦν πολλάκις κακῶς ἀπεπέμφθη. Τὰ νῦν δὲ πάλιν, ἀδελφοί, μὴ δειλιάσητε, ἐὰν καὶ τεῖχος μερόθεν ὀλίγον ἐκ τῶν κρότων καὶ τῶν πτωμάτων τῶν ἑλεπόλεων ἔπεσε, διότι, ὡς ὑμεῖς θεωρεῖτε, κατὰ τὸ δυνατὸν ἐδιωρθώσαμεν πάλιν αὐτό. Ἡμεῖς πᾶσαν τὴν ἐλπίδα εἰς τὴν ἄμαχον δόξαν τοῦ θεοῦ ἀνεθέμεθα, οὗτοι ἐν ἄρμασι καὶ οὗτοι ἐν ἴπποις καὶ δυνάμει καὶ πλήθει, ἡμεῖς δὲ ἐν ὀνόματι κυρίου τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν πεποίθαμεν, δεύτερον δὲ καὶ ἐν ταῖς ἡμετέραις χερσὶ καὶ ῥωμαλαιότητι, ἢν ἐδωρήσατο ἡμῖν ἡ θεία δύναμις.
Γνωρίζω δὲ ὅτι αὕτη ἡ μυριαρίθμητος ἀγέλη τῶν ἀσεβῶν, καθὼς ἡ αὐτῶν συνήθεια, ἐλεύσονται καθ᾿ ἡμῶν μετὰ βαναύσου καὶ ἐπῃρμένης ὀφρύος καὶ θάρσους πολλοῦ καὶ βίας, ἵνα διὰ τὴν ὀλιγότητα ἡμῶν θλίψωσι καὶ ἐκ τοῦ κόπου στενοχωρήσωσι, καὶ μετὰ φωνῶν μεγάλων καὶ ἀλαλαγμῶν ἀναριθμήτων, ἵνα ἡμᾶς φοβήσωσι. Τὰς τοιαύτας αὐτῶν φλυαρίας καλῶς οἴδατε, καὶ οὐ χρὴ λέγειν περὶ τούτων. Καὶ ὥρᾳ ὀλίγῃ τοιαῦτα ποιήσωσι, καὶ ἀναριθμήτους πέτρας καὶ ἕτερα βέλη καὶ ἐλεβολίσκους ὡσεὶ ἄμμον θαλασσῶν ἄνωθεν ἡμῶν πτήσουσι· δι᾿ ὧν, ἐλπίζω γάρ, οὐ βλάψωσι, διότι ὑμᾶς θεωρῶ καὶ λίαν ἀγάλλομαι καὶ τοιαύταις ἐλπίσι τὸν λογισμὸν τρέφομαι, ὅτι εἰ καὶ ὀλίγοι πάνυ ἐσμέν, ἀλλὰ πάντες ἐπιδέξιοι καὶ ἐπιτήδειοι, ῥωμαλέοι τε καὶ ἰσχυροὶ καὶ μεγαλήτορες καὶ καλῶς προπαρασκευασμένοι ὑπάρχετε. Ταῖς ἀσπίσιν ὑμῶν καλῶς τὴν κεφαλὴν σκέπεσθε ἐπὶ τῇ συμπλοκῇ καὶ συρρήξει. Ἡ δεξιὰ ὑμῶν ἡ τὴν ῥομφαίαν ἔχουσα μακρὰ ἔστω πάντοτε. Αἱ περικεφαλαῖαι ὑμῶν καὶ οἱ θώρακες καὶ οἱ σιδηροῖ ἱματισμοὶ λίαν εἰσὶν ἱκανοὶ ἅμα καὶ τοῖς λοιποῖς ὅπλοις, καὶ ἐν τῇ συμπλοκῇ ἔσονται πάνυ ὠφέλιμα· ἃ οἱ ἐναντίοι οὐ χρῶνται, ἀλλ᾿ οὔτε κέκτηνται. Καὶ ὑμεῖς ἔσωθεν τῶν τειχῶν ὑπάρχετε σκεπόμενοι, οἱ δὲ ἀσκεπεῖς μετὰ κόπου ἔρχονται.
Διό, ὦ συστρατιῶται, γίνεσθε ἕτοιμοι καὶ στερεοὶ καὶ μεγαλόψυχοι διὰ τοὺς οἰκτιρμοὺς τοῦ θεοῦ. Μιμηθῆτε τοὺς ποτε τῶν Καρχηδονίων ὀλίγους ἐλέφαντας, πῶς τοσούτον πλῆθος ἵππων Ρωμαίων τῇ φωνῇ καὶ θέᾳ ἐδίωξαν· καὶ ἐὰν ζῷον ἄλογον ἐδίωξε, πόσον μᾶλλον ἡμεῖς οἱ τῶν ζῴων καὶ ἀλόγων ὑπάρχοντες κύριοι, καὶ οἱ καθ᾿ ἡμῶν ἐρχόμενοι ἵνα παράταξιν μεθ᾿ ἡμῶν ποιήσωσιν, ὡς ζῷα ἄλογα, καὶ χείρονες εἰσιν. Αἱ πέλται ὑμῶν καὶ ῥομφαῖαι καὶ τὰ τόξα καὶ ἀκόντια πρὸς αὐτοὺς πεμπέτωσαν παρ᾿ ὑμῶν. Καὶ οὕτως λογίσθητε ὡς ἐπὶ ἀγρίων χοίρων καὶ πληθὺν κυνήγιον, ἵνα γνώσωσιν οἱ ἀσεβεῖς ὅτι οὐ μετὰ ἀλόγων ζῴων, ὡς αὐτοί, παράταξιν ἔχουσιν, ἀλλὰ μετὰ κυρίων καὶ αὐθέντων αὐτῶν καὶ ἀπογόνων Ἑλλήνων καὶ Ῥωμαίων.
Οἴδατε καλῶς ὅτι ὁ δυσσεβὴς αὐτὸς ὁ ἀμηρᾶς καὶ ἐχθρός της ἁγίας ἡμῶν πίστεως, χωρὶς εὐλόγου αἰτίας τινὸς τὴν ἀγάπην ἢν εἴχομεν ἔλυσεν, καὶ τοὺς ὅρκους αὐτοῦ τοὺς πολλοὺς ἠθέτησεν ἀντ᾿ οὐδενὸς λογιζόμενος, καὶ ἐλθὼν αἰφνιδίως φρούριον ἐποίησεν ἐπὶ τὸ στενόν του Ἀσωμάτου, ἵνα καθ᾿ ἑκάστην ἡμέραν δύνηται βλάπτειν ἡμᾶς. Τοὺς ἀγροὺς ἡμῶν καὶ κήπους καὶ παραδείσους καὶ οἴκους ἤδη πυριαλώτους ἐποίησε· τοὺς ἀδελφοὺς ἡμῶν τοὺς Χριστιανούς, ὅσους εὖρεν, ἐθανάτωσε καὶ ᾐχμαλώτευσε· τὴν φιλίαν ἡμῶν ἔλυσε. Τοὺς δὲ τοῦ Γαλατᾶ ἐφιλίωσε, καὶ αὐτοὶ χαίρονται, μὴ εἰδότες καὶ αὐτοὶ οἱ ταλαίπωροι τὸν τοῦ γεωργοῦ παιδὸς μῦθον, τοῦ ἐψήνοντος τοὺς κοχλίας καὶ εἰπόντος ὦ ἀνόητα ζῷα καὶ τὰ ἑξῆς.
Ἐλθὼν οὖν, ἀδελφοί, ἡμᾶς ἀπέκλεισε, καὶ καθ᾿ ἑκάστην τὸ ἀχανὲς αὐτοῦ στόμα χάσκων, πῶς εὕρῃ καιρὸν ἐπιτήδειον ἵνα καταπίῃ ἡμᾶς καὶ τὴν πόλιν ταύτην, ἥν ἀνήγειρεν ὁ τρισμακάριστος καὶ μέγας βασιλεὺς Κωνσταντῖνος ἐκεῖνος, καὶ τῇ πανάγνῳ τε καὶ ὑπεράγνῳ δεσποίνῃ ἡμῶν θεοτόκῳ καὶ ἀειπαρθένῳ Μαρίᾳ ἀφιέρωσεν καὶ ἐχαρίσατο τοῦ κυρίαν εἶναι καὶ βοηθὸν καὶ σκέπην τῇ ἡμετέρᾳ πατρίδι καὶ καταφύγιον τῶν Χριστιανῶν, ἐλπίδα καὶ χαρὰν πάντων τῶν Ἑλλήνων, τὸ καύχημα πᾶσι τοῖς οὖσιν ὑπὸ τὴν τοῦ ἡλίου ἀνατολήν. Καὶ οὗτος ὁ ἀσεβέστατος τήν ποτε περιφανῆ καὶ ὀμφακίζουσαν ὡς ῥόδον τοῦ ἀγροῦ βούλεται ποιῆσαι ὑπ᾿ αὐτόν. Ἣ ἐδούλωσε σχεδόν, δύναμαι εἰπεῖν, πᾶσαν τὴν ὑφ᾿ ἥλιον καὶ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτῆς Πόντον καὶ Ἀρμενίαν, Περσίαν καὶ Παφλαγονίαν, Ἀμαζόνας καὶ Καππαδοκίαν, Γαλατίαν καὶ Μηδίαν, Κολχοὺς καὶ Ἴβηρας, Βοσφοριανοὺς καὶ Ἀλβάνους, Συρίαν καὶ Κιλικίαν καὶ Μεσοποταμίαν, Φοινίκην καὶ Παλαιστίνην, Ἀραβίαν τε καὶ Ἰουδαίαν, Βακτριανοὺς καὶ Σκύθας, Μακεδονίαν καὶ Θετταλίαν, Ἑλλάδα, Βοιωτίαν, Λοκροὺς καὶ Αἰτωλούς, Ἀκαρνανίαν, Ἀχαΐαν καὶ Πελοπόννησον, Ἤπειρον καὶ τὸ Ἰλλυρικόν, Λυχνίτας κατὰ τὸ Ἀνδριατικόν, Ἰταλίαν Τουσκίνους, Κελτοὺς καὶ Κελτογαλάτας, Ἰβηρίαν τε καὶ ἕως τῶν Γαδείρων, Λιβύαν καὶ Μαυρητανίαν καὶ Μαυρουσίαν, Αἰθιοπίαν, Βελέδας Σκούδην, Νουμιδίαν καὶ Ἀφρικὴν καὶ Αἴγυπτον, αὐτὸς τὰ νῦν βούλεται δουλῶσαι, καὶ τὴν κυριεύουσαν τῶν πόλεων ζυγῷ ὑποβαλεῖν καὶ δουλείᾳ, καὶ τὰς ἁγίας ἐκκλησίας ἡμῶν, ἔνθα ἐπροσκυνεῖτο ἡ ἁγία τριὰς καὶ ἐδοξολογεῖτο τὸ πανάγιον, καὶ ὅπου οἱ ἄγγελοι ἠκούοντο ὑμνεῖν τὸ θεῖον καὶ τὴν ἔνσαρκον τοῦ θεοῦ λόγου οἰκονομίαν, βούλεται ποιῆσαι προσκύνημα τῆς αὐτοῦ βλασφημίας καὶ τοῦ φληναφοῦ αὑτοῦ ψευδοπροφήτου Μωάμεθ, καὶ κατοικητήριον ἀλόγων καὶ καμήλων.
Λοιπόν, ἀδελφοὶ καὶ συστρατιῶται, κατὰ νοῦν ἐνθυμήθητε ἵνα τὸ μνημόσυνον ὑμῶν καὶ ἡ μνήμη καὶ ἡ φήμη καὶ ἡ ἐλευθερία αἰωνίως γενήσηται.»
Καὶ στραφεὶς πρὸς τοὺς Ἑνετοὺς ἐν τοῖς δεξιοῖς μέρεσιν ἱσταμένους ἔφη: «Ἑνετοὶ εὐγενεῖς, ἀδελφοὶ ἠγαπημένοι ἐν Χριστῷ τῷ θεῷ, ἄνδρες ἰσχυροὶ καὶ στρατιῶται δυνατοὶ καὶ ἐν πολέμοις δοκιμώτατοι, οἳ διὰ τῶν ἐστιλβωμένων ὑμῶν ῥομφαίων καὶ χάριτος πολλάκις πλῆθος τῶν Ἀγαρηνῶν ἐθανατώσατε, καὶ τὸ αἷμα αὐτῶν ποταμειδῶς ἐκ τῶν χειρῶν ὑμῶν ἔρρευσε, τῇ σήμερον παρακαλῶ ὑμᾶς ἵνα τὴν πόλιν ταύτην τὴν εὐρισκομένην ἐπὶ τοσαύτῃ συμφορᾷ τοῦ πολέμου ὁλοψύχως καὶ ἐκ μέσου ψυχῆς γένητε ὑπερασπισταί. Οἴδατε γὰρ καλῶς, καὶ δευτέραν πατρίδα καὶ μητέρα αὐτὴν ἀενάως εἴχετε· διὸ καὶ ἐκ δευτέρου πάλιν λέγω καὶ παρακαλῶ ἵνα ἐν αὐτῇ ὥρᾳ ὡς φιλοπιστοί τε καὶ ὁμόπιστοι καὶ ἀδελφοὶ ποιήσητε.»
Εἶτα στραφεὶς ἐν τοῖς ἀριστεροῖς μέρεσι λέγει τοῖς Λιγουρίταις: «Ὦ Λιγουρῖται, ἐντιμότατοι ἀδελφοί, ἄνδρες πολεμισταὶ καὶ μεγαλοκάρδιοι καὶ φημιστοί, καλῶς οἴδατε καὶ γινώσκετε ὅτι ἡ δυστυχὴς αὕτη πόλις πάντοτε οὐκ ἐμοὶ μόνον ὑπῆρχεν, ἀλλὰ καὶ ὑμῖν διὰ πολλά τινα αἴτια. Ὑμεῖς μὲν πολλάκις μετὰ προθυμίας αὐτῇ ἐβοηθήσατε, καὶ συνδρομῇ ὑμετέρᾳ ἐλυτρώσατε ἀπὸ τῶν Ἀγαρηνῶν τῶν αὐτῆς ἐναντίων. Τὰ νῦν πάλιν ὁ καιρός ἐστιν ἐπιτήδειος ἵνα δείξητε εἰς βοήθειαν αὐτῆς τὴν Χριστῷ ἀγάπην καὶ ἀνδρίαν καὶ γενναιότητα ὑμῶν.»
Καὶ πληθυντικῶς στραφεὶς πρὸς πάντας εἶπεν: «Οὐκ ἔχω καιρὸν εἰπεῖν ὑμῖν πλείονα. Μόνον τὸ τεταπεινωμένον ἡμέτερον σκῆπτρον εἰς τὰς ὑμῶν χεῖρας ἀνατίθημι, ἵνα αὐτὸ μετ᾿ εὐνοίας φυλάξητε. Παρακαλῶ δὲ καὶ τοῦτο καὶ δέομαι τῆς ὑμετέρας ἀγάπης, ἵνα τὴν πρέπουσαν τιμὴν καὶ ὑποταγὴν δώσητε τοῖς ὑμετέροις στρατηγοῖς καὶ δημάρχοις καὶ ἑκατοντάρχοις, ἕκαστος κατὰ τὴν τάξιν αὑτοῦ καὶ τάγμα καὶ ὑπηρεσίαν. Γνωρίσατε δὴ τοῦτο. Καὶ ἐὰν ἐκ καρδίας φυλάξητε τὰ ὅσα ἐνετειλάμην ὑμίν, ἐλπίζω εἰς θεὸν ὡς λυτρωθείημεν ἡμεῖς τῆς ἐνεστώσης αὐτοῦ δικαίας ἀπειλῆς. Δεύτερον δὲ καὶ ὁ στέφανος ὁ ἀδαμάντινος ἐν οὐρανοῖς ἐναπόκειται ὑμῖν, καὶ μνήμη αἰώνιος καὶ ἄξιος ἐν τῷ κόσμῳ ἔσεται.» Καὶ ταῦτα εἰπὼν καὶ τὴν δημηγορίαν τελέσας καὶ μετὰ δακρύων καὶ στεναγμῶν τὸν θεὸν εὐχαριστήσας, οἱ πάντες ὡς ἐξ ἑνὸς στόματος ἀπεκρίναντο μετὰ κλαυθμοῦ λέγοντες «ἀποθάνωμεν ὑπὲρ τῆς Χριστοῦ πίστεως καὶ τῆς πατρίδος ἡμῶν.» Ἀκούσας δὲ ὁ βασιλεὺς καὶ πλεῖστα εὐχαριστήσας καὶ πλείστας δωρεῶν ἐπαγγελίας αὐτοῖς ἀπηγγείλατο. Εἶτα πάλιν λέγει. «Λοιπόν, ἀδελφοὶ καὶ συστρατιῶται, ἕτοιμοι ἔστε τῷ πρωΐ, Χάριτι καὶ ἀρετῇ τῇ παρὰ τοῦ θεοῦ ὑμῖν δωρηθείσῃ, καὶ συνεργούσης τῆς ἁγίας τριάδος, ἐν ᾗ τὴν ἐλπίδα πᾶσαν ἀνεθέμεθα, ποιήσωμεν τοὺς ἐναντίους μετὰ αἰσχύνης ἐκ τῶν ἐντεῦθεν κακῶς ἀναχωρήσωσιν.»
Ἀκούσαντες δὲ οἱ δυστυχεῖς Ῥωμαῖοι καρδίαν ὡς λέοντες ἐποίησαν, καὶ ἀλλήλοις συγχωρηθέντες ᾔτουν εἷς τῷ ἑτέρῳ καταλλαγῆναι, καὶ μετὰ κλαυθμοῦ ἐνηγκαλίζοντο, μήτε φιλτάτων τέκνων μνημονεύοντες οὔτε γυναικὼν ἢ πλούτου φροντίζοντες, εἰ μὴ μόνον τοῦ ἀποθανεῖν ἵνα τὴν πατρίδα φυλάξωσι. Καὶ ἕκαστος ἐν τῷ διατεταγμένῳ τόπῳ ἐπανέστρεψε, καὶ ἀσφαλῶς ἐποίουν ἐν τοῖς τείχεσι τὴν φυλακήν. Ὁ δὲ βασιλεὺς ἐν τῷ πανσέπτῳ ναῷ τῆς τοῦ θεοῦ λόγου σοφίας ἐλθὼν καὶ προσευξάμενος μετὰ κλαυθμοῦ τὰ ἄχραντα μυστήρια μετέλαβεν. Ὁμοίως καὶ ἕτεροι πολλοὶ τῇ αὐτῇ νυκτὶ ἐποίησαν. Εἶτα ἐλθὼν εἰς τὰ ἀνάκτορα ὀλίγον σταθεὶς καὶ ἐκ πάντων συγχώρησιν αἰτήσας, ἐν τῇδε τῇ ὥρᾳ τίς διηγήσεται τοὺς τότε κλαυθμοὺς καὶ θρήνους τοὺς ἐν τῷ παλατίῳ; Εἰ καὶ ἀπὸ ξύλου ἄνθρωπος ἢ ἐκ πέτρας ἦν, οὐκ ἐδύνατο μὴ θρηνῆσαι.
Καὶ ἀναβὰς ἐφ᾿ ἵππου ἐξήλθομεν τῶν ἀνακτόρων περιερχόμενοι τὰ τείχη [...]
Λέξεις-κλειδιὰ γιὰ τὸ Google: Κωνσταντίνος Παλαιολόγος Σφραντζής Φραντζής Χρονικό Άλωση Πόλης Κωνσταντινούπολη Πόλη 1453